Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.229 Joseph. AJ 4.235 (English) >>Joseph. AJ 4.240

4.233μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος· οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. 4.234μηδὲ ὀπώρας ἀκμαζούσης κωλύειν ἅπτεσθαι τοὺς ὁδῷ βαδίζοντας, ἀλλʼ ὡς ἐξ οἰκείων αὐτοῖς ἐπιτρέπειν ἐμπίπλασθαι, κἂν ἐγχώριοι τυγχάνωσι κἂν ξένοι, χαίροντας ἐπὶ τῷ παρέχειν αὐτοῖς τῶν ὡραίων μεταλαμβάνειν· ἀποφέρεσθαι δʼ αὐτοῖς μηδὲν ἐξέστω. 4.235μηδὲ τρυγῶντες ὧν ἂν εἰς τὰς ληνοὺς κομίζωσιν εἰργέτωσαν τοὺς ὑπαντιάζοντας ἐπεσθίειν· ἄδικον γὰρ ἀγαθῶν, κατὰ βούλησιν θεοῦ παρῆλθεν εἰς τὸν βίον, φθονεῖν τοῖς ἐπιθυμοῦσιν αὐτῶν μεταλαμβάνειν τῆς ὥρας ἐν ἀκμῇ τε οὔσης καὶ σπευδούσης ἀπελθεῖν· 4.236ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἴη, κἂν ὑπʼ αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δʼ ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν θεὸς καθʼ ὥραν αὐτοῖς παρέσχεν. 4.237ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κἀκείνοις μεταδιδόντων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.229 Joseph. AJ 4.235 (English) >>Joseph. AJ 4.240

Powered by PhiloLogic